Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.360 Joseph. AJ 7.365 (English) >>Joseph. AJ 7.370

7.363

Βουλόμενος δὲ Δαυίδης ἐπὶ παντὸς τοῦ λαοῦ ἀποδεῖξαι τὸν υἱὸν βασιλέα συγκαλεῖ τοὺς ἄρχοντας εἰς Ἱεροσόλυμα καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας. ἐξαριθμήσας δὲ τούτους πρῶτον εὑρίσκει τῶν ἀπὸ τριάκοντα ἐτῶν ἕως πεντήκοντα τρισμυρίους ὀκτακισχιλίους. 7.364ἐξ ὧν ἀπέδειξεν ἐπιμελητὰς μὲν τῆς οἰκοδομίας τοῦ ναοῦ δισμυρίους τετρακισχιλίους, κριτὰς δὲ τοῦ λαοῦ καὶ γραμματεῖς τούτων ἑξακισχιλίους, πυλωροὺς δὲ τετρακισχιλίους καὶ τοσούτους ὑμνῳδοὺς τοῦ θεοῦ ᾄδοντας τοῖς ὀργάνοις οἷς Δαυίδης κατεσκεύασε, καθὼς προειρήκαμεν. 7.365διεμέρισε δʼ αὐτοὺς καὶ κατὰ πατριὰς καὶ χωρίσας ἐκ τῆς φυλῆς τοὺς ἱερεῖς εὗρε τούτων εἴκοσι τέσσαρας πατριάς, ἐκ μὲν τῆς Ἐλεαζάρου οἰκίας ἑκκαίδεκα, ἐκ δὲ τῆς Ἰθαμάρου ὀκτώ, διέταξέ τε μίαν πατριὰν διακονεῖσθαι τῷ θεῷ ἐπὶ ἡμέρας ὀκτὼ ἀπὸ σαββάτου ἐπὶ σάββατον. 7.366καὶ οὕτως αἱ πατριαὶ πᾶσαι διεκληρώσαντο Δαυίδου παρόντος καὶ Σαδώκου καὶ Ἀβιαθάρου τῶν ἀρχιερέων καὶ πάντων τῶν ἀρχόντων· καὶ πρώτη μὲν ἀναβᾶσα πατριὰ ἐγράφη πρώτη, δὲ δευτέρα ἀκολούθως ἄχρι τῶν εἴκοσι τεσσάρων· καὶ διέμεινεν οὗτος μερισμὸς ἄχρι τῆς σήμερον ἡμέρας. 7.367ἐποίησε δὲ καὶ τῆς Ληουίτιδος φυλῆς εἴκοσι μέρη καὶ τέσσαρα καὶ κληρωσαμένων κατὰ τὸν αὐτὸν ἀνέβησαν τρόπον ταῖς τῶν ἱερέων ἐφημερίσιν ἐπὶ ἡμέρας ὀκτώ. τοὺς δʼ ἀπογόνους τοὺς Μωυσέος ἐτίμησεν· ἐποίησε γὰρ αὐτοὺς φύλακας τῶν θησαυρῶν τοῦ θεοῦ καὶ τῶν ἀναθημάτων, συνέβη τοὺς βασιλεῖς ἀναθεῖναι· διέταξε δὲ πᾶσι τοῖς ἐκ τῆς Ληουίτιδος φυλῆς καὶ τοῖς ἱερεῦσι δουλεύειν κατὰ νύκτα καὶ ἡμέραν τῷ θεῷ, καθὼς αὐτοῖς ἐπέστειλε Μωυσῆς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.360 Joseph. AJ 7.365 (English) >>Joseph. AJ 7.370

Powered by PhiloLogic